Τάκεο δυστάνων ὀνύχων ἄπο παμφάγε Μῶμε,τάκεο σὺ πρίων ἰοβόλους γένυας.νεῦρά σε μανύει τετανυσμένα, καὶ φλέβες ἄρθρων,καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις,καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα.ὥστε τίς ἔμψυχὸν σ’ ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ,οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι;ὁππόθεν ὁ στήσας; Βυζάντιος. οὔνομα δὴ τίς;Εὑσέβιος. Σὑ δὲ τίς; Κώιος Ἱπποκράτης.τοῦ δʼ ἕνεκεν γέγραφέν σε; λόγων χάριν ἡ πόλις αὐτῷτῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας.καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; ὅττι, γεραίρωνἡμέας ἀνθʼ αὑτοῦ, κρέσσονα δόξαν ἔχει.ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν,ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίηςοὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους,Παιήων μερόπων, Κώιος Ἱπποκράτης,ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ,δέχνυτο μὲν θνητούς, ἔτρεφε δʼ ἀθανάτους,χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντοςσῇ παιηονίῃ χειρὶ βιαζόμενα.ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων,Σώσανδρε, κρυφίης ἴστορʼ ἀκεστορίης,ἢ τέχνην μεταμείψατʼ, ἢ οὔνομα· μηδὲ καλείσθωἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει,ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆραςἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων·ἔργα δʼ ἀκεστορίης ἐφέπων, σοφίην τε διδάσκων,κέρδεσιν οὐδʼ ὁσίοις χεῖρας ὑπεστόρεσεν.αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνηςἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος,Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαιὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν,καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναιφάρμακα, πρηείης οἶσθα παρʼ Ἠπιόνης.θνητοῖσιν δʼ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος,ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος.εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον, ἄλλοθεν ἄλλα