ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα,τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλλαῖς,πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένουἈρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδοςἕσπετʼ ἐνὶ πολέμῳ, δούρατος ἁγεμόνι·μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννωνΣπάρτας· αὐξαμέναν δʼ ἄρατο δουλοσύναν.ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸνστᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.Ἄφλοιος καὶ ἄφυλλος, ὁδοίπορε, τῷδʼ ἐπὶ νώτῳἈλκαίῳ σταυρὸς πήγνυται ἡλίβατος.εὖ εἰδώς ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε,τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσαςτόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα,, καὶ μετʼ ἔρωτοςτέρπνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται,ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν.Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς·Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου.εἴ τινα πώποτʼ ἄκουσας Ἐνυαλίου φίλον υἱὸν,καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν,Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι,ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ,αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα·ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει.χείρ με Πολυγνώτου ˘ Θασίου κάμεν εἰμὶ δʼ ἐκεῖνοςΣαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖςβάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον εἰμὶ γὰρ ἄπνους .ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος·ψυχὴ δʼ ἰσόθεον τάξιν ἔχει μακάρων.καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον ἀλλὰ χαράσσειἠέλιον τέχνη, κρυπτομένων φαέων,καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνηἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων.τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι