ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο.ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον ἠνίδε χαλκοῦςἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην.Δικτύννης τοῖόν με καθʼ ἱερὸν ἔμπυρον ὁ Κρὴςχάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα.δέρμα δʼ ἔχω, διπλοῦν τε λαγωβόλον ἐκ δὲ πετραίαςσπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος.πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρηνστῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον.ἢν λαχάνων σ’ ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα,αὐτᾖ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ.αἰσχρὸν ἔχειν τοῦτʼ ἔργον ἐρεῖς θεὸν οἶδα καὶ αὐτὸς,αἰσχρὸν ἀφιδρύνθην δʼ, ἴσθʼ ὅτι, τοῦδε χάριν.ἀμφοτέραις παρʼ ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος,ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον.εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλʼ ἀποτηλοῦφὼρ ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος.ὁ τραγόπους, ὁ τὸν ἀσκὸν ἐπηρμένος, αἵ τε γελῶσαινύμφαι, Πραξιτέλους, ἥ τε καλὴ Δανάη.λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμοςφθέγξεται· ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.πρίν με λίθον Πέρσαι δεῦρʼ ἤγαγον, ὄφρα τρόπαιονστήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις.ἀμφοτέροις δʼ ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιοννίκας, καὶ Πέρσαις τοῦ πολέμου νέμεσις.Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ,λαϊνέῳ ταλάρῳ, μογερῶν ἀπάνευθεν ἀρότρων,αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί.ταῖς Νύμφαις τόδʼ ἄγαλμα· μέλει δʼ αὐταῖσιν ὁ χῶρος.ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ἄφθιτα ῥεῖθρα.τίς τὸν ἐπʼ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστονΜῶμον ἀμωμήτοις χερσὶν ἀνεπλκάσατο;ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος, οἷά τις ἔμπνουςἀμπαύει λύπας, γυῖα βαρυνόμενος.μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων,πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας,καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδειψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον,ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν,κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.