θάμβος ἔχων γελόω, πῶς, ἐκ λίθου ἄλλοθεν ἄλληςσυμφερτός, γενόμην ἐξαπίνης Σάτυρος.τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν.ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν,ὤνθρωφʼ, ἱλάσκευ, πλατίον ἑζόμενος·αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μʼ ἀνέθηκεπορφυρέας ἁπαλὸν κῦμα παρʼ ἠιόνος.ὁ πτανὸς τὸν πτανὸν ἴδʼ ὡς ἄγνυσι κεραυνόν,δεικνὺς ὡς κρεῖσσον πῦρ πυρός ἐστιν, Ἔρως.Πτανῷ πτανὸν Ἔρωτα τίς ἀντίον ἔπλασ’ Ἔρωτι;ἁ Νέμεσις, τόξῳ τόξον ἀμυνομένα,ὥς κε πάθῃ τὰ γʼ ἔρεξεν ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς,δακρύει, πικρῶν γευσάμενος βελέων,ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα·φλέξει τις πυρὶ πῦρ· ἥψατʼ Ἔρωτος Ἔρως.κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ με μήτηρᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας.Ἄρτεμι, ποῦ σοι τόξα, παραυχενίη τε φαρέτρη;ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων,πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρηνἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος;κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰςεἶμʼ αὕτως, ἱρῶν ἀντομένη θυέων.ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευανἄνθρωποι λίθινον σωρὸν ὁ δʼ ἀντʼ ὀλίγηςοὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλʼ ὅτι λοιπὰΑἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια.Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματαμηδʼ αὖ τὰ μῆλα, μηδʼ ὅπῃ τὰ μέσπιλατηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο,ὡς μή τι θράξῃς τῶνδε, μηδʼ ἀποθρίσῃς,ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μίδων,ὃς κἀμὲ θῆκεν ἢν δέ μευ παρακλύῃς,γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι.Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα·οὐκ ἐγώ, ὁ στάσας δʼ αἴτιος Ἀρχέλοχος.οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς, οὐδʼ ἀκρολοφίτας,τὸ πλεῦν δʼ ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος.Ἀρχέλοχος δʼ, ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων,