ὀργίλος ὡς ὁ Πρίηπος. † ἐρεῖς ἔτι καὶ κενὸς ἥξεις.ναὶ λίτομαι. δός μοι· καὶ γὰρ ἐγὼ δέομαι.χρῄζεις γάρ, λέγε μοι, παρʼ ἐμοῦ τινος; ἔστι νόμος που·δὸς λάβε. καὶ θεὸς ὢν ἀργυρίου σὺἄλλο τι χρῆμα φιλῶ. ποῖον τόδε; τἀμὰ κατέσθωνσῦκα, δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.Ὥριμος. Οἶδα καὶ αὐτός, ὁδοιπόρε. μηκέτʼ ἐπαίνειἰσχάδα, μηδʼ ἐσόρα τὸν πέλας ἀκρέμονα·καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς,καὶ φυλακὴν σύκων ἣν ἐπέοικεν ἔχων.ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις·ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλονπᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκαςεἰς γάμον οὐκ ἀνέτοιμον ἔχει δέ σε δίψα γυναικῶν,ὦ ʼγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις.ἀλλὰ καταπρήϋνε τὸν ἐξῳδηκότα φαλλὸντόνδε, καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι·οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρʼ Ἕλληςᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις,Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος,τοῦτο λέγων πρὸς ἕκαστον· ἐπὴν γελάσῃς ἐσιδών μετοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν.ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι σ’ ὀνήσειἡ λάχνη· τρυπᾷν πάντας ἐπιστάμεθα.αὐτομάτως, σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει;ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ;ὃς δὲ γελῶν σίγησεν· ἴσως δʼ ἂν φθέγξατο μῦθον,ἀλλʼ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δʼ ἠσπάζετο σιγήν,θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα,καί μιν ἐποικτείρας, θήκατο λαΐνεον.ἀλλʼ οὐδʼ ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάωνεἰσέτι γὰρ μογέει, καὶ λίθος ὢν, ὁ τάλας.ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνηςχαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ.πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ,τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις;