τὸν μετʼ Ἀθηναίων, στήσατο Μιλτιάδης.Ὑλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς,Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας,Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάσταςἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων,Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην,ἵσταμαι, ἀκλήτου ξείνια συμμαχίης.ἄλλοις ἀκροπόληες· ὁ μηδοφόνος δὲ δέδασταιξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις.Τρισσοὺς ἀθανάτους χωρεῖ λίθος· ἁ κεφαλὰ γὰρμανύει τρανῶς Πᾶνα τὸν αἰγόκερων,στέρνα δὲ καὶ νηδὺς Ἡρακλέα, λοιπὰ δὲ μηρῶνκαὶ κνήμης Ἑρμῆς ὁ πτερόπους ἔλαχεν.θύειν ἀρνήσῃ, ξένε, μηκέτι· τοῦ γὰρ ἑνός σοιθύματος οἱ τρισσοὶ δαίμονες ἀντόμεθα,ἀγροτέρων θεός εἰμι· τί μοι χρυσέοις δεπάεσσισπένδετε, τοῦ δʼ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου,καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;φείσασθʼ· οὐ τούτοις θύμασι τερπόμεθα.Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνηςεἰμί, καὶ ἐγχθονίου γλευκοπότης κύλικος.αὐτοῦ ἐφʼ αἱμασιαῖσι τὸν ἀγρυπνοῦντα Πρίηπονἔστησεν λαχάνων Δεινομένης φύλακα.ἀλλʼ ὡς ἐντέταμαι, φώρ, ἔμβλεπε. τοῦτο δʼ, ἐρωτᾷς,τῶν ὀλίγων λαχάνων εἵνεκα; τῶν ὀλίγων.πάντα πριηπίζω, κἂν ᾖ Κρόνος· οὐ διακρίνωοὐδένα φῶρʼ οὕτω ταῖσδε παρὰ πρασιαῖς.ἔπρεπε μὴ λαχάνων ἕνεκεν τάδε καὶ κολοκυνθῶν,φήσει τις, με λέγειν. ἔπρεπεν ἀλλὰ λέγω.ὧδε ΠρίηπονΕὐτυχίδης, ξηρῶν κληματίδων φύλακα·καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃςδʼ ἂν ἐπέλθῃ,οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.ἄνθετʼ Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον,ἐν χθονὶ δʼ ἀμφοτέρῳ γούνατι κεκλιμένον·τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴνἀθρήσας, δίζευ μηκέτι πῶς ἔπεσον.ὡραίας γʼ ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοισυγχωρεῖς ὀλίγας. θίγγανε μηδεμιᾶς.