πᾶσι παραγγέλλω· μηδὲν ὑπὲρ τὸ μέτρον.ἦν τάχα συρίζοντος ἐναργέα Πανὸς ἀκούεινπνεῦμα γὰρ ὁ πλάστης ἐγκατέμιξε τύπῳ·ἀλλʼ ὁρόων φεύγουσαν ἀμήχανος ἄστατον Ἠχὼ,πηκτίδος ἠρνήθη φθόγγον ἀνωφελέα.ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν,ἔμπνει, ποιμενίῳ τερπόμενος δόνακι,εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦκλάζε κατιθύνων ῥήματος ἁρμονίηνἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνοςῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν.τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα,ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου,ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραιςθέλξει, τεττίγων εἰσαΐοντα μέλος,χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶςσυρίσδων, λασίας θάμνῳ ὕπο πλατάνου·καῦμα δʼ ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψειςὥριον Ἑρμείῃ τοῦτʼ ἐνέποντι πιθοῦ.ξεῖνʼ, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖʼ ἀνάπαυσον·ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·πίδακὰ τʼ ἐκ παγᾶς ψυχρὸν πίε· δὴ γὰρ ὁδίταιςἄμπαυμʼ ἐν θερμῷ καύματι τοῦτο φίλον.ἐξ αὐτοῦ Διός ἐστιν ὁ φίλτατοςἔκχυτος οὗτος·μαρτυρίην δὲ φέρει τὴν ἐπάνω νεφέλην.Ἑρμείαν γὰρ ἄνακτα τέκεννεφεληγερέτα Ζεύς·αὐτὰρ ὅγʼ Ἑρμείας Πᾶνα τὸν αἰγελάτην.μὴ σὺ γʼ ἐπʼ οἰονόμοιο περίπλεον ἰλύος ὧδετοῦτο χαραδραίης θερμόν, ὁδῖτα, πίῃς·ἀλλὰ μολὼν μάλα τυτθὸν ὑπὲρ δαμαλήβοτον ἄκρανταύταν, πὰρ κείνᾳ ποιμενίᾳ πίτυϊεὑρήσεις κελαρύζον ἐϋκρήνου διὰ πέτρηςνᾶμα, Βορειαίης ψυχρότερον νιφάδος.τίπτε κατʼ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλανἥμενος, ἁδυβόᾳ τῷδε κρέκεις δόνακι;ὄφρα μοι ἑρσήεντα κατʼ οὔρεα ταῦτα νέμοιντοπόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.τὸν τραγόπουν ἐμὲ Πᾶνα, τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,