ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,πτηνὰ πέδιλʼ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.ὡργεῖος Πολύκλειτος, ὁ καὶμόνος ὄμμασιν Ἥρηνἀθρήσας καὶ ὅσην εἶδε τυπωσάμενος,θνητοῖς κάλλος ἔδειξεν, ὅσονθέμις· αἱ δʼ ὑπὸ κόλποιςἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα.Καλλιόπη μὲν ἐγώ· Κύρῳ δʼ ἐμὸν ὤπασα μαζόν,ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς.ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι,ἀλλʼ ἀπολειπομένης, ἔγραφε Καλλιόπην.σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δέ, Μούσης.ἓν γὰρ ἐπʼ ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς.Τρίζυγες αἱ Μοῦσαι τᾷδʼ ἕσταμεν· ἁ μία λωτούς,ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν.ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δʼ Ἀγελάδαβάρβιτον, ἁ Καναχᾶ δʼ ὑμνοπόλους δόνακας.ἀλλʼ ἁ μὲν κράντειρα, τόνου πέλει, ἁ δὲ μελῳδὸςχρώματος, ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας.Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆςλαοτύπος τμήξας πετροτόμοις ἀκίσιΜῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,τῆς κατʼ Ἀθηναίων σύμβολα καμμονίης.ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαιςκαὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,δαίμονʼ ὑπερφιάλοις ἀντίπαλον μερόπων.ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦννίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.Μήδοις ἐλπισθεῖσα τροπαιοφόρος λίθος εἶναι,ἠλλάχθην μορφὴν καίριον εἰς Νέμεσιν,ἔνδικος ἱδρυνθεῖσα θεὰ Ῥαμνοῦντος ἐπʼ ὄχθαιςνίκης καὶ σοφίης Ἀτθίδι μαρτύριον.ἡ Νέμεσις προλέγει τῷ πήχεϊ, τῷ τε χαλινῷ,μήτʼ ἄμετρόν τι ποιεῖν, μήτʼ ἀχάλινα λέγειν.ἡ Νέμεσις πῆχυν κατέχω· τίνος οὕνεκα; λέξεις.