τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει.οὐδὲ κατακνώσσων, οὐδʼ ἄπνοος, οὐδʼ ἐνὶ δαιτὶνόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως.οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς,δεῦρʼ ἀπʼ ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι.ἄλσος δʼ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδονπορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.οὐδʼ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα·ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπʼ εὐπετάλοισι κρέμαντο,αὐτὸς δʼ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳεὗδεν μειδιόων· ξουθαὶ δʼ ἐφύπερθε μέλισσαικηροχύτου μέλιτος ˘ λαροῖς ἐπὶ χείλεσι ῥαῖνονεὕδεις, ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας·εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,οὐ πεύκην πυρόεσσαν ἐπηρμένος, οὐδʼ ἀφύλακτονἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.ἄλλοι θαρσείτωσαν· ἐγὼ δʼ, ἀγέρωχε, δέδοικα,μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,συλήσω δʼ ὤμων ἀμφικρεμῆ φαρέτρην,εἲ γʼ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτεςπρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃςεἰς ἐμέ, κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται,καὶ σκυθικαὶ τόξων ἀκροβολεῖς ἀκίδες,φεύξομʼ, Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲγὰρ αὐτὸςσὰν ἔφυγε ῥώμαν πανδαμάτωρ Ἀίδας.σκυλοχαρεῖς ἴδʼ Ἔρωτας, ἴδʼ ὡς βριαροῖσιν ἐπʼ ὤμοιςὅπλα φέρουσι θεῶν νήπιʼ ἀγαλλόμενοι,τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν,ἀσπίδʼ Ἐνυαλίου καὶ κόρυν ἠΰκομον,Φοίβου δʼ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν,καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε,τεύχεα δʼ ἀθανάτων Κύπρις ἐληίσατο;συλήσαντες Ὄλυμπον ἴδʼ ὡς ὅπλοισιν Ἔρωτεςκοσμοῦντʼ ἀθανάτων, σκῦλα φρυασσόμενοι.Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηος