μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω.”ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τʼ ἀπὸ σεῖοπηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰστέμματα χερσὶν ἔχεις, κρατὶ δʼ ἐπʼ ἄλλο φέρεις; —“οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδʼ ἀπὸ γαίηςεἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης·ἀλλʼ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτωεὐμαθίης, ψυχὴν δʼ οὐρανὸν εἰσανάγω.ἐκ δʼ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφʼ ἑκάστηςτούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.”μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμωντερπόμενον νυχίοις ἠιθέων ὀάροις·βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης,μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης.ἔνθεν ἀπʼ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆςτέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.κλίνας αὐχένα γαῦρον ὑφʼ ἡμετέροισι πεδίλοις,χερσί με ληϊδίαις ἔπλασε Πραξιτέλης.αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν μεχαλκεύσας, Φρύνᾐ δῶκε γέρας φιλίης·ἡ δέ μιν αὖθις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶνταςδῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωταἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτωοὐκέτι τοξεύων, ἀλλʼ ἀτενιζόμενος.ἀντί μʼ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε ΦρύνῃΠραξιτέλης, μισθὸν καὶ θεὸν εὑρόμενος.ἡ δʼ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν,μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ.ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,Πραξίτελες, τέχνην μητέρʼ ἐπισταμένη.Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐκ Κυθερείηςἅζοντʼ, οὐχ ἑτέρου γραπτὸν ἀπʼ ἀρχετύπου,ἀλλʼ ὃν Πραξιτέλης ἔγνω θεόν· ὃν περὶ Φρύνῃδερκόμενος, σφετέρων λύτρον ἔδωκε πόθωνγυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστινοὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη·οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος·