χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ,τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης,καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσεχεῖρας, ὑπὸ στιβαρῷ κίονι δησάμενος;ψυχρὰ τάδʼ ἀνθρώποις παραμύθια. μὴ ποτʼ ἐκείνουοὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα ;τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσαςθήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας,καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα,νήπιε; ποῦ πικρὴ πυρφόρος ἰοδόκη ;ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳκυμήναντα θεούς, τῇδʼ ἐνέδησε πάγῃ.τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοιςἅμμασι; τίς πυρὶ πῦρ, καὶ δόλονεἷλε δόλῳ ;νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπουβάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,πτανὸν πῦρ, ψυχᾶς τραῦμʼ ἀόρατον, Ἔρως.θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός·ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.καὶ κλαῖε καὶ στέναζε, συσφιγχθεὶς χεροῖντένοντας, ὦ ʼπίβουλε· τοῖά τοι πρέπει.οὐκ ἔσθʼ ὁ λύσων μὴ λεείνʼ ὑπόβλεπε.αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέληπήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων,ἔρως· τὰ θνητῶν δʼ ἐστί σοι γέλως ἄχηπέπονθας οἷʼ ἔρεξας. ἐσθλὸν ἡ δίκη.λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδονοὖλος Ἔρως, πήρην δʼ εἶχε κατωμαδίηνκαὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρωνἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.εἶπε δʼ ἄνω βλέψας αὐτῷ Διί· “ πλῆσον ἀρούρας,