λῦσα δʼ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσοςἵδρυμαι μεγάρων φρουρὸς ἐπʼ εὐτυχίῃ.ἄξιον, “ὦ Διόνυσ’, ἐσέβης δόμον. ἔπρεπεν ἄμφω,καὶ μέγαρον Βάκχῳ, καὶ Βρόμιος μεγάρῳ.”ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί,κἠκ Ζηνός· θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ.ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δʼ ὅπλα,νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.Ἥρη δʼ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δʼ ἀπὸ γαίηςἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρᾐμὴ κολοβὸν χειρῶν ἵστατε, μηδʼ ἄποδα·ἢ πῶς ὠκὺς ἐγώ; πῶς δʼ ὄρθια χειρονομήσω,ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν.εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δʼ ἄπο χρυσὸςἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελογχώς,τῇδʼ ἕστηκʼ ἐρατοῦ γυμνασίου μεδέων,Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδʼ ὑάκινθονπολλάκι, καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.φρουρὸς ἐπὶ σμήνεσσι, Περιστράτου εἵνεκα, μίμνωἐνθάδε, Μαιναλίαν κλιτὺν ἀποπρολιπών,κλῶπα μελισσάων δεδοκημένος. ἀλλʼ ἀλέασθεχεῖρα, καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.τᾶν αἰγῶν ὁ νομεὺς Μόριχος τὸν ἐπίσκοπον Ἑρμᾶνἔστασ’ αἰπολίων εὐδόκιμον φύλακα.ἀλλά μοι αἳ τʼ ἀνʼ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας,τοῦ γʼ ἁρπακτῆρος μή τι μέλεσθε λύκου.αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆνἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος.πηλὸς ἐφυράθην· οὐ ψεύσομαι. ἀλλʼ ἐφίλησα,ὦ ξεῖνʼ, ὀστρακέων δύσμορον ἐργασίην.ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕναἙρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.κράμβης ἅψωμαι, Κυλλήνιε; μή, παροδῖτα.τίς φθόνος ἐκ λαχάνων; οὐ φθόνος, ἀλλὰ νόμος,ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας. ὢ παραδόξου·μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.