ἐς τί δὲ ταῦτʼ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρησυλήσασ’ αὐχεῖς, Κύπρις ὅσον δύναται;τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσαςΚύπριν, Ἀπελλείου μόχθον ὅρα γραφίδος,ὡς χερὶ συμμάρψασα διάβροχον ὕδατι χαίτανἐκθλίβει νοτερῶν ἀφρὸν ἀπὸ πλοκάμων.αὐτὰν ἐκ πόντοιο τιθηνητῆρος Ἀπελλῆςτὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν,καὶ τοίαν ἐτύπωσε, διάβροχον ὕδατος ἀφρῷθλίβουσαν θαλεραῖς χερσὶν ἔτι πλόκαμον.Κύπρις ὅτε σταλάουσα κόμας ἁλιμυρέος ἀφροῦγυμνὴ πορφυρέου κύματος ἐξανέδυ,οὕτω που κατὰ λευκὰ παρήια χερσὶν ἑλοῦσαβόστρυχον, Αἰγαίην ἐξεπίεζεν ἅλα,στέρνα μόνον φαίνουσα, τὰ καὶ θέμις· εἰ δὲ τοιήδεκείνη, συγχείσθω θυμὸς Ἐνυαλίου.ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης,μαῖαν Ἀπελλείην εὑραμένη παλάμηνἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων.εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον,τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτιἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπρινἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον,οὐ γραπτόν, ἀλλʼ ἔμψυχον ἐξεμάξατο.εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,εὖ δʼ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ·αὐτὰ δʼ Ἀθάνα καὶ Διὸς συνευνέτιςφάσουσιν ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντεςκαὶ πόλεμοι, πέρι σοὶ δʼ εὔαδον εἰλαπίναι.μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα·ἴσθι δʼ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοιἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ,καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.καὶ μὴν οὐδʼ ἐπʼ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη·