κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων,ὄφρʼ αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτοςοὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον,σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶνφοίνιον ἐκ λασίου στήθεος αἷμʼ ἐρύγῃ,τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖςκάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην.εἰρήνη πάντεσσιν, ἐπίσκοπος εἶπεν ἐπελθών.πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει;φεύγετʼ, Ἀριστάρχειοι, ἐπʼ εὐρέα νῶτα θαλάσσηςἙλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,γωνιοβόμβυκες μονοσύλλαβοι, οἷσι μέμηλετὸ σφὶν καὶ σφῶιν, καὶ τὸ μὶν ἠδὲ τό νίν.τοῦθʼ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲἙλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα, τὸν βαρύχειλον,τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον.ὃς βασιλεῖς ἐδάμασσε, καὶ ἠνορέην κατέπαυσενἀντιπάλων, πατέρων εἵνεκεν εὐνομίης,οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε,ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς.ἀλλʼ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου,καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους.τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης,σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα,εἰκόνα Νικόλεω στήσατο Γρηγόριος.εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δὲ νικῇς;Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.Μίλωνος τόδʼ ἄγαλμα καλοῦ καλόν, ὃς ποτὶ Πίσῃἑπτάκι νικήσας, ἐς γόνατʼ οὐκ ἔπεσεν.τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον,πίτυν λαβόντα τὴν κατʼ Ἰσθμὸν ἑξάκις,τοῦτον δέδορκας· οὗ κατʼ εὔγυρον πάληνψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν.ἴδʼ ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτισῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν.λέγει δʼ ὁ χαλκός· “ἁ βάσις με λυσάτωχὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι”Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δʼ ἐφʼ ἡμῖν