γᾶς, ἵνα μὴ δισσῷ πάντα θέροιτο πυρί.γυμνὴν εἶδε Πάρις με, καὶ Ἀγχίσης, καὶ Ἄδωνις·τοὺς τρεῖς οἶδα μόνους· Πραξιτέλης δὲ πόθεν;Ἀφρογενοῦς Παφίης ζάθεον περιδέρκεο κάλλος,καὶ λέξεις· αἰνῶ τὸν Φρύγα τῆς κρίσεως.Ἀτθίδα δερκόμενος πάλι Παλλάδα, τοῦτο βοήσεις,ὡς βούτης ὁ Πάρις τήνδε παρετρόχασεν.τὰν Κνιδίαν Κυθέρειαν ἰδών, ξένε, τοῦτό κεν εἴποις·αὐτὰ καὶ θνατῶν ἄρχε καὶ ἀθανάτων.τὰν δʼ ἐνὶ Κεκροπίδαις δορυθαρσέα Παλλάδα λεύσσων,αὐδάσεις· ὄντως βουκόλος ἦν ὁ Πάρις.Ἄρεος ἔντεα ταῦτα τίνος χάριν, ὦ Κυθέρεια,ἐνδέδυσαι, κενεὸν τοῦτο φέρουσα βάρος;αὐτὸν Ἄρη γυμνὴ γὰρ ἀφώπλισας· εἰ δὲ λέλειπταικαὶ θεός, ἀνθρώποις ὅπλα μάτην ἐπάγεις.αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλάς,τᾶς ἐπʼ Ἀλεξάνδρου λαθομένα κρίσιος.αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην,τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης·αἰδομένη δʼ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργουφίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.ὑμεῖς δʼ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρηςἁζόμεναι, παῖδας τίκτετε θαρσαλέους.Παλλὰς τὰν Κυθέρειαν ἔνοπλονἔειπεν ἰδοῦσα·Κύπρι, θέλεις οὕτως ἐς κρίσιν ἐρχόμεθα;ἡ δʼ ἁπαλὸν γελάσασα· “τί μοισάκος ἀντίον αἴρειν;”ἢ λίθος ὡς Παφίη θωρήξατο, ἢ τάχα μᾶλλονεἶδε λίθον Παφίη, καὶ ὤμοσεν ἤθελον εἶναι.καὶ Κύπρις Σπάρτας· οὐκ ἄστεσιν οἷὰ τʼ ἐν ἄλλοιςἵδρυται, μαλακὰς ἑσσαμένα στολίδας·ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας,ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα.οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτινΘρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν.Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴνδαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις;σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος,καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.