ναίω, φθεγγόμενον μῦθον ἀμειβομένα·οὐκέτι γὰρ στυγέω, Βακχεῦ φίλε, τὸν θιασώταντὸν τεόν. ἔρχεο, Πὰν ξυνὰ λέγωμεν ἔπη.τίπτε, Τριτογένεια, κορύσσεαι ἄστεϊ μέσσῳ;εἶξε Ποσειδάων· φείδεο Κεκροπίης.ὡς πρέπει, Ἄρτεμίς εἰμʼ· εὖ δʼ Ἄρτεμιν αὐτὸς ὁ χαλκὸςμανύει Ζηνός, κοὐχ ἑτέρου θύγατρα.τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις·πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.τίς λίθον ἐψύχωσε; τίς ἐν χθονὶΚύπριν ἐσεῖδεν;ἵμερον ἐν πέτρῃ τίς τόσον εἰργάσατο;Πραξιτέλους χειρῶν ὅδε που πόνος, ἢτάχʼ Ὄλυμποςχηρεύει, Παφίης ἐς Κνίδον ἐρχομένης.ἡ Παφίη Κυθέρεια, διʼ οἴδματος ἐς Κνίδον ἦλθε,βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίηνπάντῃ δʼ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ,φθέγξατο· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις· ἀλλʼ ὁ σίδηροςἔξεσεν οἷʼ ἂν Ἄρης ἤθελε τὴν Παφίην.οὔτε σε Πραξιτέλης τεχνάσατο, οὔθʼ ὁ σίδαρος·ἀλλʼ οὕτως ἔστης, ὥς ποτε κρινομένη.ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσαφεῦ, φεῦ· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν εἰ δέ τις εἶδεν,οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.Παλλὰς καὶ Κρονίδαο συνευνέτις εἶπον, ἰδοῦσαιτὴν Κνιδίην ἀδίκως τὸν Φρύγα μεμφόμεθα.πρόσθε μὲν Ἰδαίοισιν ἐν οὔρεσιν αὐτὸς ὁ βούταςδέρξατο τὰν κάλλευς πρῶτʼ ἀπενεγκαμένανΠραξιτέλης Κνιδίοις δὲ πανωπήεσσαν ἔθηκεν,μάρτυρα τῆς τέχνης ψῆφον ἔχων Πάριδος.φάσεις, τὰν μὲν Κύπριν ἀνὰ κραναὰν Κνίδον ἀθρῶν,ἅδε που ὡς φλέξει καὶ λίθος εὖσα λίθοντὸν δʼ ἐνὶ Θεσπιάδαις γλυκὺν Ἵμερον, οὐχ ὅτι πέτρονἀλλʼ ὅτι κἠν ψυχρῷ πῦρ ἀδάμαντι βαλεῖ.τοίους Πραξιτέλης κάμε δαίμονας, ἄλλον ἐπʼ ἄλλας