χἁ μὲν ἀπὸ σκοπέλοιο χαλᾷ πόδας ἠθάδι νάρκᾳνωθρούς· χὡ μναστὴρ νυμφοκομεῖ τὸ γέραςΚηφεὺς Ἀνδρομέδην, ἢ ζωγράφος ἄνθετο πέτραις;καὶ γάρ ἀπʼ ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος.κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη,ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ;ἔγνων ταῦτα σοφός τις ἀνὴρ κάμε· δεινὸς ἀληθῶςτεύξατο καὶ τεύξατο καὶ πραπίδων ἀπάτην.Ἀργείης Ἑλένης ἐρόεις τύπος, ἥν ποτε βούτηςἥρπασε, τὸν Ξένιον Ζῆνα παρωσάμενος.ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλαχεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος.Ἥρας ἔργον ἀδελφόν. ἴδʼ ὡς, πέπλοιο ῥαγέντος,τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε πέπλῳλίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ· ἐν βλεφάροις δὲπαρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος.ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.τοίη καὶ γενόμην, ἀλλʼ οὐ νόον, οἷον ἀκούεις,ἔσχον, ἐπʼ εὐφήμοις δόξαν ἐνεγκαμένη.οὐδὲ γὰρ Αἰνείαν ποτʼ ἐσέδρακον, οὐδὲ χρόνοισιΤροίης περθομένης ἤλυθον ἐς Λιβύην·ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίωνπῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.Πιερίδες, τί μοι ἁγνὸν ἐφωπλίσσασθε Μάρωναοἷα καθʼ ἡμετέρης ψεύσατο σωφροσύνης;ἀχὼ φίλα, μοὶ συγκαταίνεσόν τι. — τί;ἐρῶ κορίσκας· ἁ δὲ μʼ οὐ φιλεῖ. — φιλεῖ.πρᾶξαι δʼ ὁ καιρὸς καιρὸς οὐ φέρει. — φέρει.τὺ τοίνυν αὐτᾷ λέξον ὡς ἐρῶ. — ἐρῶ.καὶ πίστιν αὐτᾷ κερμάτων τὺ δός. — τὺ δός.ἀχώ, τί λοιπόν, ἢ πόθου τυχεῖν; — τυχεῖν.Ποιμενίαν ἄγλωσσος ἀνʼ ὀργάδα μέλπεται Ἀχὼἀντίθρουν πτανοῖς ὑστερόφωνον ὄπα.ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην,ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην,παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺπαίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι.ἠχὼ μιμολόγον, φωνῆς τρύγα, ῥήματος οὐρήν.Ἀρκαδικὰ θεός εἰμι, παρὰ προθύροις δὲ Λυαίου