παισὶν ἐπʼ οἰκτίστοις δάκρυ κατερχόμενον·πάντα δʼ ὁμοῦ συνέχευεν, ἀμικτότατʼ εἰς ἓν ἀγείρας,αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.Τιμόμαχος Μήδειαν ὅτʼ ἔγραφεν, εἰκόνι μορφᾶςἀψύχου ˘ ψυχὰς θήκατο διχθαδίας·ζᾶλον γὰρ λεχέων, τεκέων θʼ ἅμα φίλτρα συνάψας,δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν.δεῦρʼ ἴδε, καὶ θάμβησον ὑπʼ ὀφρύσι κείμενον οἶκτονκαὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν,καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσηςὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.ζωγράφος εὖ δʼ ἔκρυψε φόνου τέλος, οὐκ ἐθελήσαςθάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών,πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων;ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ,καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει·ἀρτιβρεχὴς δὲ σίδηρος ἐφʼ αἵματι. φεῦγε πανώλημητέρα, κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸςὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν.ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλʼ ἄρα θυμῷπηδήσεις, τεκέων εἵνεκα μαινομένη.ὤ, τίς ὁ τεχνίτης τόδε γʼ ἔπλασεν, ἢ τίς ὁ γλύπτης,ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃΜηδείης τύπος οὗτος· ἴδʼ ὡς τὸ μὲν εἰς χόλον αἴρειὄμμα, τὸ δʼ εἰς παίδων ἔκλασε συμπαθίην.ἕδνα γάμων ἔρριπτες, ἢ ἀμβολίην ταχυτῆτος,τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες;ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆςεἶργεν, καὶ ζυγίης σύμβολον ἦν Παφίης.οὐ βροτὸς ὁ γλύπτας· οἵανδέ σε Βάκχος ἐραστὰςεἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν.ξεῖνοι, λαϊνέας μὴ ψαύετε τᾶς Ἀριάδνας,μὴ καὶ ἀναθρώσκῃ Θησέα διζομένη.Αἰθιόπων ἁ βῶλος· ὁ δὲ πτερόεις τὰ πέδιλα,Περσεύς· ἁ δὲ λίθῳ πρόσδετος Ἀνδρομέδα·ἁ προτομὰ Γοργοῦς λιθοδερκέος· ἆθλον ἔρωτος,κῆτος· Κασσιόπας ἁ λάλος εὐτεκνία·