καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσηνἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων.ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰπέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.Τανταλὶ παῖ, Νιόβα, κλύʼ ἐμὰν φάτιν, ἄγγελον ἄτας·δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν.λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβουγειναμένα τόξοις ἀρσενόπαιδα γόνονοὔ σοι παῖδες ἔτʼ εἰσίν. ἀτὰρ τί τόδʼ ἄλλο; τί λεύσσω;αἶ, αἶ, πλημμυρεῖ παρθενικαῖσι φόνος.ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δʼ ἐνὶ κόλποιςκέκλιται, ἁ δʼ ἐπὶ γᾶς, ἁ δʼ ἐπιμαστίδιος·ἄλλα δʼ ἀντωπὸν θαμβεῖ βέλος· ἁ δʼ ἐπʼ ὀιστοῖςπτώσσει· τᾶς δʼ ἔμπνουν ὄμμʼ ἔτι φῶς ὁράᾳ.ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευςμάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.τέχνη Τιμομάχου στοργὴνκαὶ ζῆλον ἔμιξεΜηδείης, τέκνων εἰς μόρον ἑλκομένων.τῇ μὲν γὰρ συνένευσεν ἐπὶξίφος, ᾗ δʼ ἀνανεύει,σῴζειν καὶ κτείνεινβουλομένη τέκεα.τὰν ὀλοὰν Μήδειαν ὅτʼ ἔγραφε Τιμομάχου χείρ,ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν,μυρίον ἄρατο μόχθον, ἵνʼ ἤθεα δισσὰ χαράξῃ,ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δʼ εἰς ἔλεον.ἄμφω δʼ ἐπλήρωσεν· ὅρα τύπον ἐν γάρ ἀπειλᾷδάκρυον, ἐν δʼ ἐλέῳ θυμὸς ἀναστρέφεται.ἀρκεῖ δʼ ἁ μέλλησις, ἔφα σοφός· αἷμα δὲ τέκνωνἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν;τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο;ἆρʼ αἰεὶ διψᾷς βρεφέων φόνον; ἦ τις Ἰήσωνδεύτερος, ἢ Γλαύκη τις πάλι σοι πρόφασις;ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρωνζήλων † εἰς ἃ θέλεις καὶ γραφὶς αἰσθάνεται.δεῦρʼ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρʼ ἴδʼ ἄγαλμα,Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου·φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα,