χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο;Βακχιακὸν παρὰ πρέμνον ἴδʼ ὡς ἀγέρωχα μεμηνὼςβριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα.μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δʼ ἀγέρωχοςλύσσα καὶ,ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει.μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστουἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης·τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσηςοἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται.ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον ἐκδὲ λίθοιοζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο.δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφήν,ὡς ἔτι μυρομένης πότμον ἑὼν τεκέων.εἰ δʼ ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃμέμφεο· θηλυτέρην εἴκασε λαϊνέην.Τανταλὶς ἅδε ποχʼ ἁ δίσσ’ ἑπτάκι τέκνα τεκοῦσαγαστρὶ μιῇ, Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι·κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρρεσι δʼ ἄρσηνδισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας.ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις,οὐδʼ ἐφʼ ἑνὶ τλάμων λείπετο γηροκόμῳ·μάτηρ δʼ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλʼ ὑπὸ ματρὸςπαῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους.Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε, καὶ σέο κούρανχἀ μὲν ἐπετρώθη, σοὶ δʼ ἔπι δεῖμα λίθος.στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθητᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείηνἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δʼ, Ἀρτέμιδος.ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα,πετροῦται· στενάχει δʼ ὑψιπαγὴς Σίπυλος,γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινοςἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρʼ ἀνένεικας,ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν;Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε,νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν.ἁ μὲν γὰρ παίδων σπαίρει πέλας· ἁ δὲ λιπόπνουςκέκλιται· ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται.