καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶννίκα Μοψοπίοις μίμνε παρʼ ἐνναέταις.Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,ὃν κατʼ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶΠέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰνΛύσιππος· τίνʼ ὁδὶ χαλκὸς ἔχει δύναμιν;αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε.αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνουὄμματα, καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει·ὃς μόνος, ἣν ἐφορῶσιν ἀπʼ αἰθέρος αἱ Διὸς αὐγαί,πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ.τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου,δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρκαρτερόθυμον ἔτικτεν· ἀπʼ ὠδίνων δέ μιν Ἄρηςἔργα μόθων ἐδίδασκε, Τύχη δʼ ἐκέλευσεν ἀνάσσειν.οὐ τὸν βουθοίναν Ἡρακλέα, παῖδες ἀγρῶται,οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις,φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται,εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχοι.ἦ γάρ μʼ ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆςχώρῳ τῷδʼ ἀγαθὸν σύμμαχον Ἡρακλέα.μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖςἰοὺς γυμνώσας, πρόσθε ποδῶν ἐθέμην,μηδʼ ὅτι βαστάζω ῥόπαλον χερί, μηδʼ ὅτι δέρμαἀμφʼ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω·πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους·καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμαἔκλυσε, κἀκ δέλτων τὸν τύπον ἠφάνισεν.τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνουεἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν.ὁ παῖς ὁ ταῦρος, ὁ κατὰ μηδὲν ἐντελής,ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος,ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις,ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων,ὃς οὔτε βοῦς πέφυκεν, οὔτʼ ἀνὴρ ὅλως.τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον