οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος,νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἷα λιπόπνουςτήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος.οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶφύρδην Τευθρανίας νεῦνται ἀπʼ ἠιόνος.καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω,τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος·ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖδάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος.ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλʼ ἀναπαῦσαιἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς,ὃς μʼ ἔμνησε κακῆς οὐλομένης τε νόσου.οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη·ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο.οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνειἄλγος ἑόν, καὶ τοῖς τηλόθι δερκομένοις.ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρʼ ἴδε κόρσηςχαίτην τρηχαλέοις χρώμασιν αὐσταλέην·δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι,καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις·δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγένταἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν ἡ δὲ κυνῶπιςΠαλλάδα κικλήσκει, γνωτὸν ἔχουσα Πάριν.Ἀνδρόθεν ἐκκέχυθʼ ἵππος· ἀνέδραμε δʼ ἱππόθεν ἀνήρ,ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δʼ ἄτερ αἰόλος ἵππος·ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δʼ ἀποπέρδεται ἵππον.ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δʼ ἀτέλεστος ἔκειτο,ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ.οὔ σε, μάκαρ Κυνέγειρε, τοὶ ὡς Κυνέγειρον ἔγραψεΦᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις·ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶννόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβουναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες,ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείναὥσπερ ἀπʼ εὐναίας εἴχετο σᾶς παλάμας.ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι,ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις·