ποῦ χλαίνωμα λέοντος, ὃ τʼ εὐροίζητος ἐπʼ ὤμοιςἰός, καὶ βαρύπους ὄζος ὁ θηρολέτης;πάντα σ’ Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνονποιήσας, ὅπλων νοσφίσαθʼ Ἡρακλέα.θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷθῆρα βίῃ βρίθει, γυῖα τιταινόμενοςἶνας δʼ αὐχενίους γνάμπτων, παλάμῃσιν ἔμαρψεν,λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,ἀστραγάλους δʼ ἐλέλιξε· καὶ αὐχένα θήρ ὑπὸ χερσὶνδαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.ἔστι δʼ ὀΐσσασθαι τέχνης ὕπο τῷδʼ ἐνὶ χαλκῷθῆρα μὲν ἐμπνείειν, ἄνδρα δʼ ἱδρῶτι ῥέειν.εἰ τοῖος Θήβης Καπανεὺςἐπεμήνατο πύργοις,ἄμβασιν ἠερίην κλίμακι μησάμενος,εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρμόρον. αἴδετο γάρ ῥακαὶ σκηπτὸς Κρονίδουτοῖον ἑλεῖν πρόμαχον.Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δὲσε κηρῷἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος.ἀλλά γε μὴ πτερὰ πάλλε κατʼ ἠέρα,μὴ τὸ λοετρὸν,ἠερόθεν πίπτων, Ἰκάριον τελέσῃς.Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη,μηδʼ ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον.εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης,πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων;τῆς ΦαίδραςἹππόλυτος τῆς γρηὸς ἐπʼ οὔατινηλέα μῦθονφθέγγεται· ἀλλʼ ἡμεῖς οὐδυνάμεσθα κλύειν.ὅσσον δʼ ἐκ βλεφάροιο μεμηνότοςἔστι νοῆσαι,ὅττι παρεγγυάᾳ μηκέτʼ ἄθεσμα λέγειν.οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶνΤήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν,Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον,