οὔτʼ ἀπὸ Μεσσάνας, οὔτʼ Ἀργόθεν εἰμὶ παλαιστάς·σπάρτα μοι Σπάρτα κυδιάνειρα πατρίς.κεῖνοι τεχνάεντες· ἐγώ γε μέν, ὡς ἐπέοικετοῖς Λακεδαιμονίων παισί, βίᾳ κρατέω.γνῶθι Θεόγνητον προσιδών, τὸν Ὀλυμπιονίκανπαῖδα, παλαισμοσύνας δεξιὸν ἡνίοχον,κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δʼ οὐ χείρονα μορφῆς,ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα,ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.τίνας ἂν εἴποι λόγους Ἕκτωρ τιτρωσκόμενος ὑπὸ Ἑλλήνωνβάλλετε νῦν μετὰ πότμον ἐμὸν δέμας, ὅττι καὶ αὐτοὶνεκροῦ σῶμα λέοντος ἐφυβρίζουσι λαγωοί.ἄγαγε καὶ Ξέρξης Πέρσαν στρατὸν Ἑλλάδος ἐς γᾶν,καὶ Τίτος εὐρείας ἄγαγʼ ἀπʼ Ἰταλίας·ἀλλʼ ὁ μὲν Εὐρώπᾳ δοῦλον ζυγὸν αὐχένι θήσωνἦλθεν, ὁ δʼ ἀμπαύσων Ἑλλάδα δουλοσύνας.κοίρανος Εὐρώπας, ὁ καὶ εἰν ἁλὶ καὶ κατὰ χέρσοντόσσον ἄναξ θνατῶν, Ζεὺς ὅσον ἀθανάτων,Εἰνοδίᾳ τὰ λάφυρʼ Ἑκάτᾳ θρασέος Κιροάδα,καὶ τέκνων, καὶ ὅλας γᾶς ἔθετʼ Ὀδρυσίδος,υἱὸς ἐυμμελία Δαματρίου· ἁ δὲ Φιλίππουδόξα πάλιν θείων ἄγχι βέβακε θρόνων.ὤ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο·ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀθανάτους;ὦ βασιλεῦ, τί μʼ ἔπεμπες ἐπʼ ἀθανάτους πολεμιστάς;βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται.μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δʼ ἄρα μέσσῳαἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών,δένδρον δʼ ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥίζαις,κοὐκ ἐθέλεν πεσέειν· τάχα δʼ ἔρχεται, ἔνδοθι νηῶν.λῦε, κυβερνήτα, νέκυος προφύγωμεν ἀπειλάς.σύμφωνον μαλακοῖσι κερασσάμενος θρόον αὐλοῖςΔωρόθεος γοεροὺς ἔπνεε Δαρδανίδας,καὶ Σεμέλας ὠδῖνα κεραύνιον, ἔπνεε δʼ ἵππουἔργματʼ, ἀειζώων ἁψάμενος Χαρίτωνμοῦνος δʼ εἰν ἱεροῖσι Διωνύσοιο προφήταιςμώμου λαιψηρὰς ἐξέφυγε πτέρυγας,Θηβαῖος γενεήν, Σωσικλέος· ἐν δὲ Λυαίουνηῷ φορβειὰν ˘ θήκατο καὶ καλάμους.