μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην·καὶ σ’ αἱ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,κηρύξει βίοτον πάντας ἐς ἠελίους·αὐτάρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος,τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.ἐγκώμιον εἰς Θεοδόσιον τὸν βασιλέαπάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα,νόσφι λοχαίου ἔρωτος· ὀιστεύεις δʼ ἅτε Τεῦκρος,ἀλλʼ οὔ τοι νόθον ἦμαρ ἔχεις δʼ ἐρικυδέα μορφήν,τὴν Ἀγαμεμνονέην, ἀλλʼ οὐ φρένας οἶνος ὀρίνει·ἐς πινυτὴν δʼ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐΐσκω,ἀλλὰ κακῶν ἀπάνευθε δόλων Πυλίου δὲ γέροντοςἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε πέτραι,εἴπατε κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις.ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνηνδεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·μέζων δʼ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμιςπαρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων.νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκοςχῶρος καρπογόνους δερκόμενοις σκοπέλους·ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺςἈγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων,κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατʼ αἶανπάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μʼ Ἐπικούρουἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα·τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος.ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰροὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν·Σειρηνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν·ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,