ἔστησαν, κοινὴν ψῆφον ἐνεγκάμενοι.γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρονκάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δʼ ἐπὶ δίφρωνμοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον,χρώμασι καὶ πέπλοις συμμετάβαλλε τύχας·ἥρμοσε δʼ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστηχρύσεος ἀντʼ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,νίκη δʼ ἐστεφάνωσεν ἀμοιβαδόν, ἄλλοτʼ ἀπʼ ἄλλουχρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους·νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δʼ ἔσχατος, ἄλλοτε μέσσος,πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.ἶσον κυδαλίμοις, Φαυστινιάδῃ τε καὶ αὐτῷΦαυστίνῳ, βασιλεὺς στῆσε παρʼ ἀμφοτέροιςοὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκαςἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.“ ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον” τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.σοὶ καὶ ἀεθλεύοντι μόνῳ, λήξαντὶ τʼ ἀέθλωντοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε,δήμου ἀπʼ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲνεἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων.παύσαο δʼ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος·τοῖσδε σὺ μὲν νίκην, οἳ δʼ ἄρα σοὶ τὸ γέρας.ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν,ὡς ἐλατὴρ τελέθων, καὶ πολέμων πρόμαχος.εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης·καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.χάλκεος, ἀλλʼ ἄθρησον ὅσον θράσος ἄνυσε κάπρουὁ πλάστας, ἔμπνουν θῆρα τυπωσάμενος,χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόνταβρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος,εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.