καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶνΧριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·“ Γουνούμεσθὰ σ’, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις·Λάζαρον ὃν φιλέεσκες, ἐν ἔγκασιν ἤλυθεν ᾅδου·εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺςοὔποτʼ ἔτλη μεῖναι, ἐπειὴ πολὺ φέρτατος ἦσθα·ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.”καὶ τότε δὴ ὕψιστος ἀμείβετο· ποῦ ποτε κεῖται;αἳ δʼ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδηνδὴ τότʼ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,εἶπεν ἄρʼ· ὁρμηθέντες ἀείρατε πῶμα τάφοιοαὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,καὶ τότε δὴ μέγʼ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρΛάζαρε, δεῦρʼ ἴθι, κλῦθι ἐμεῖο, καὶ ἔρχεο ἔξω.ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν.αὐτίκα δʼ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε·ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη.ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρειοἷς δύναται τί δὲ σῆς ἄξιον ἱπποσύνης;ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.χρύσεον ἀντʼ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας·γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷδῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.Πορφύριον λήξαντα πόνων, λύσαντά τε μίτρην,καὶ πάρος ἀντʼ ἀρετῆς χάλκεον ἑσταότα,τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων,δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθην,ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους,αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ