τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθητὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι·“ Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιοοὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.”ἀλλʼ ἄνεὠ ˘ μὲν ἔκειτο, μεμυκὼς χείλεα σιγῇ,σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοιςαὐτοκασιγνήταις·ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτομεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν,σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.ὄφρα μὲν ἠέλιος τρίτον ἠνυσεν ἦμαρ ἐς αἶαν,τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·ἀλλʼ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιοεὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δʼ ἦον ἁπάντων,οὓς ἔκπαγλʼ ἐφίλησ’, ὡσεὶ θεοῦ υἷας ἐόντας,ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ,καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν“ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·δεῦτʼ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,σπεύσομεν ὅττι τάχιστʼ, ὄφρα κλέος ἄφθιτον ἴσχω·ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.”τὸν δʼ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.εἶπον ὃ δʼ αὐτὸς ἔβαινε, καὶ ἡγεμόνευε μαθηταῖς.σπερχόμενοι δʼ εἵποντο μετʼ ἴχνια Παμμεδέοντος,ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων,πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάωνὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.ἀλλʼ ὅτε δὴ ῥʼ ἱκάνοντο πολυκλαύστῳ ἐνὶ τύμβῳ,