ʽἁἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγαςπαρών̓, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα,καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσινκλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένηνʽἁ̓φʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίανμόνανδρον ἐκλάμποντἁ τὴν παρρησίανἌννης ἀμαυροῦν οὐ δυνήσεται τάφος.πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμακαλὸν φερούσης νονθέτημα τῷ βίῳεἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέοναὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶνΦεβρωνία ἑῆς σύμβολα συμπαθίης,εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησινοὐδὲ γὰρ οὐδʼ αὐτοῦ τῆς σφετέρης ἐς ἅπανψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότουἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μινΧριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλʼ ἀφθορίης,λαμπάδʼ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·ἧς τόδε σῆμʼ ὕπνου γνῶθι πολυχρονίου.εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶνἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσαςκύρβεις γηραλέας, θῆκεν ἀειθαλέας.σεῖο βίβλους, μεγάθυμε, Κομητάς, Ὅμηρε, δύʼ ἄρδηνεὑρὼν γηραλέας, τεύξατο ὁπλοτέρας·γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας τε βροτοῖσιπάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλουςἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας,στίξας διεσμίλευσα ταύτας ἐντέχνως,τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν,γράψας δʼ.ʼ ἐκαινούργησα τὴν εὐχρηστίαν.ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένωςμαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς·Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνηνγραμματικὴν, λήθης κευθομένην πελάγει.