καὶ οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆταλαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης,ὄξεϊ κιρνάμενος πικρὸν δέπας, εἶδαρ ὀλέθρου.ἀλλʼ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσταικῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν·ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας,ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας·καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον,οἴμοι· ψυχῇ μου μακρὰ κολαζόμενος.ἀλλά, κριτὰ ʽβροτός εἰμι, σὺ δʼ ἄφθιτος ἠδʼ ἐλεήμωνʼ,ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθεκεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίουτοῦδὲ γʼ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ,ἠδʼ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα.εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,ζήσας δʼ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης,πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ·καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν,δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος,λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,ἀλλὰ γʼ ἄρʼ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμωνπᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴνθῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,οὐδʼ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθοςἄτλητον μαλερῷ τηκεδόνος δάμασεπυρσῷ. τρεῖς πρὸς ἐείκοσ’ ἐποιχομένην ἐνιαυτοὺςἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθληςἡμετέρης· ἔνθʼ ὕφηνον γενετῆρες ἅπασιγηραλέοι θρῆνον τιλλόμενοι πολιήν,καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννηςμνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον