θοαῖς ἴσ’ αἰόλαις νεβροῖς κῶλʼ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσινπᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθήναςκαί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳκαἶτʼ ὦκα βοᾶς ἀκοὰν μεθέπων, ὅγʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκοςταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶςῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ’ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκοςβλαχαὶ δʼ οἴων πολυβότων ἀνʼ ὀρέων νομὸν ἔβαν τανυσφύρων ἐς ἀνʼ ἄντρα Νυμφῶνταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζὸνἴχνει θένων ταν παναίολον Πιερίδων μονόδουπον αὐδὰνἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων κόσμον νέμοντα ῥυθμῶνφῦλʼ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρόςλιγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίςΔωρίας ἀηδόνοςματέρος.Κωτίλαςματέροςτῆ τόδʼ ἄτριον νέονΔωρίας ἀηδόνοςπρόφρων δὲ θυμῷ δέξο· δἢ; γὰρ ἁγνᾶςλίγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίς·τὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξφῦλʼ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός·ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξεινἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.θοῶς δʼ ὕπερθεν ʽὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκενἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,θοαῖς ἴσ’ αἰόλαις αἰόλαις κῶλʼ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν·ταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζόν,πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθῆνας·βλαχαὶ δʼ οἴων πολυβότων ἀνʼ ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀνʼ ἄντρα Νυμφῶν·καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ’ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος·καἶιτʼ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος·ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνός,μεσσόθι, ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρλύγδην ἱσταμένη, καὶ παρθένος ἄλλος ἑταῖρος·καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖταικάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·