Λισσαῖσιν ἀμφὶ δειράσινὅσσαι νέμονται Κυνθίαις,ἰσόρροπος πελοιτό μοι.σὺν Οὐρανοῦ γὰρ ἐκγόνοιςεἰνὰς μʼ ἔτευξε γηγενής·τάων ἀείζῳον τέχνηνἔνευσε πάλμυς ἀφθίτων.σὺ δʼ ὦ πιὼν κρήνηθεν, ἣνἶνις κόλαψε Γοργόνος,Θύοις τʼ ἐπισπένδοις τέ μοιὙμηττιαδᾶν πολὺ λαροτέρηνσπονδὴν ἄδην ἴθι δὴ θαρσέωνἐς ἐμὴν τεῦξιν καθαρὸς γὰρ ἐγὼἰὸν ἱέντων τεράων, οἷα κέκευθʼ ἐκεῖνοςἀμφὶ Νέαις Θρηικίαις, ὃν σχεδόθεν Μυρίνηςσοί, Τριπάτωρ, πορφυρέου φώρ ἀνέθηκε κριοῦ.Εἱμάρσενός με στήταςπόσις, μέροψ δίσαβος,τεῦξʼ, οὐ σποδεύνας, ἶνις ἐμπούσας, μόροςΤεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,Χρύσας δʼ ἀίτας, ἆμος ἑψάνδρατὸν γυιόχαλκον οὖρον ἔρραισεν,ὃν ὡπάτωρ δίσευνοςμόρησε ματρόρριπτος.ἐμὸν δὲ τεῦγμʼ ἀθρήσαςΘεοκρίτοιο κτάντας,τριεσπέροιο καύτας,θώυξεν † ἀνιύξαςχάλεψε γάρ νιν ἰῷσύργαστρος ἐκδὺς γῆρας.τὸν δʼ † ἀεὶ λινεῦντʼ ἐν ἀμφικλύστῳΠανός τε ματρὸς εὐνέτας, φὼρδίζῳος, ἶνίς τʼ ἀνδροβρῶτος ἰλιοραιστᾶνἦρʼ ἀρδίων ἐς Τευκρίδʼ ἄγαγον τρίπορθον.Κωτίλαςτῆ τόδʼ ἄτριον νέονπρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶςτὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξεινθοῶς δʼ ὕπερθεν ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν