τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσενΔαρδανιδᾶν, χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας·οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,ἀλλʼ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κέλευθον δυσκλής·νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον,σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·τρὶς μάκαρ ὃν σὺ θυμῷἵλαος ἀμφιδερχθῇς.ὅδʼ ὄλβοςἀεὶ πνεῖ.εἰ λύπης κρατέειν ἐθέλεις,τήνδε μάκαιραν ἀναπτύσσωνβίβλον ἐπέρχεο ἐνδυκέως,ἧς ὕπο γνώμην ὀλβίστηνῥεῖά κεν ὄψεαι ἐσσομένων,ὄντων ἠδὲ παροιχομένων,τερπωλὴν τʼ ἀνίην τεκαπνοῦ μηδὲν ἀρειοτέρην.λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτʼ, Ἀκμονίδαν τʼ ἄλλυδις ἑδράσαντα,μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκʼ ἔκραινʼ Ἀνάγκα,πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖςἑρπετά, † πάνθʼ ὅσ’ ἕρπειδιʼ αἴθρας.χάους δέ,οὔτι γε Κύπριδος παῖςὠκυπέτας οὐδʼ Ἄρεος καλεῦμαι·οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋλόγῳ δὲ πειθοῖ·εἶκε δέ μοι Γαῖα, Θαλάσσας τε μυχοί, χάλκεος Οὐρανός τε·τῶν δʼ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.Ὀλὸς οὔ με λιβρὸς ἱρῶνΛιβάδεσσιν, οἷα κάλχηὙποφοινίῃσι τέγγει·Μαύλιες δʼ ὕπερθε πέτρης Ναξίας θοούμεναιΠαμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύιἸξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.ἐς γὰρ βωμὸν ὁρῆς με μήτε γλούρουπλίνθοις, μήτʼ Ἀλύβης παγέντα βώλοις·οὐδʼ ὃν Κυνθογενὴς ἔτευξε φύτληλαβόντε μηκάδων κέρα,