νεκροὶ δʼ ἔκειντο περὶ νεκροῖς πεπτωκότες·νυμφὼν δʼ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος,ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον,αὐτὸν σιωπᾖ τὸν χρόνον μιμούμενος·λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,οὐχὶ Κεράσταν, ὅν ποτʼ ἐθρέψατο ταυροπάτωρ,ἀλλʼ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,οὔνομʼ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθονκούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος·ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ,ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω·ὃς σβέσεν ἀνορέαν ἰσαυδέαπαπποφίνου Τυρίαν τʼ ,ᾧ τόδε τυφλοφόρων ἐρατὸνπᾶμα Πάρις θέτο Σιμιχίδας.ψυχάν, ᾇ βοτοβάμων,στήτας οἶστρε Σαέττας,κλωποπάτωρ, ἀπάτωρ,λαρνακόγυιε, χαρεὶςἁδὺ μελίσδοιςἔλλοπι κούρᾳ,Καλλιόπᾳ,νηλεύστῳ.Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳτᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσενοὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον,τρὶς μάκαρ, ὃν σὺ θυμῷὅδʼ ὄλβοςἀεὶ πνεῖ.ἵλαος ἀμφιδερχθῇς.σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·ἀλλʼ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·Δαρδανιδᾶν, χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας·ὤπασ’ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος.Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳὠπασ’ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος,