εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσηςδακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο,πόρρω στῆθʼ ἀπʼ ἐμεῖο, καὶ ἄλλοθι δίζεο ἕδρηνκλισμὸς ἐγὼ φορέων σοφίης ἐπιΐστορας ἄνδρας.ἀντίγραφον πρὸς ταῦτακαὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δʼ ἀνταπερύκεις;οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν,Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο,πᾶσι σοφοῖς τʼ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην.Κωνσταντῖνος Ἰωάννου ἠδʼ Εὐδοκίης μετέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχοςἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα,καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος·ᾧ Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνοςσκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλειτὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι·ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος·τὸ δʼ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος,ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε,τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει,καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,ἵνʼ ἐγράφης φωστῆρσιν, ὡς φωτὸς πύλη·ἀλλʼ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις·ἃ δʼ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,τούτοις παρʼ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαιὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου·ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας,ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην.μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆςἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμονἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων·τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας,πάντες κατηνέχθησαν εἰς ᾅδου δόμους,