Ζωοτύπος τόλμησεν ἃ μὴ θέμις εἰκόνι γράψαι,εὐεπίη δʼ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου,ἐγγὺς ἀληθείης τε· γραφὴ δʼ ἐψεύσατο πάντα.Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληοςΜαρκιανὸς σκηπτοῦχος, ὑπʼ ἐννεσίῃσιν ὑπάρχουΠαλλαδίου, θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος·ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.ἑπτά με καὶ δέκα παῖδʼ ἐτέων ἀκέραιον, ἄχραντον,Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον,καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα·ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάντανκρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήραςμνᾶμα τόδʼ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶςἀνδρός, ἴσον βιότῳ καὶ τάφον εὑραμένου,ἄστροις γειτονέοντα· φέρει δʼ ὅσον οὔτινα τύμβοςἀνέρα,, τὸν τελετᾶς οὐρανίδος ζάκορον,τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσαἈτθίς, χἀ κόλποις ὀστέα δεξαμένα.τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκταιπαμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,ἀκτίνων ἀντωπὸν ὁ δʼ ἥσυχος ἔνδοθι δαίμωνκεῖται, ὁ καὶ πάτρᾐ δεξιτερὴν τανύσαςκεκλιμένῃ, καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψαςἱερὸνἐκ πατρὸς παιδὶ νεαζόμενονὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δʼ Ἀτθὶςπυρκαϊῇ, σέβεται δʼ Ἑλλὰς ἅπασα πόλις.ἁ πάτρα Νίκαια, πατήρ δέ μοι ὀργιοφάνταςοὐρανοῦ, αὐτάρ ἐγὼ κλαρονόμος τελετᾶς·οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαοῥυσάμενος δώροις Αὐσονίοιο Διός·θνᾴσκω δʼ Ἀσκανίας μὲν ἀπόπροθεν, ἠδʼ ἐπὶ γαίαςἈτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳπαῖς ἐμός· ἁ δʼ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων