Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίωνδακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπροήξαντο αὐτῷ τὸνἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισιτὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσιπέρθεται· ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθληςπενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντωνἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημισχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.φράζεο βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃβύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴννηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουρανἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν,δεινὸν μαιμώωντα, δοκεῦντʼ ἀνὰ πάντα πιθέσθαι.χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρηςπόντον φοινίξει· τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρεὐτύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃἙλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τετοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν,οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε,ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν,αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳπαῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι·αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι·ἀθάνατοι δὲ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.ἄγνωστόν μʼ ἐρέεις γενεῆς καὶ πατρίδος αἴηςἀμβροσίου Σειρῆνος· ἕδος δʼ Ἰθάκη τις Ὁμήρου·Τηλέμαχος δὲ πατήρ, καὶ Νεστορέη Πολυκάστημήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολυπάνσοφον ἄλλων.εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμανῦν δʼ ὅτε γηραλέην μʼ ἐξετέλεσσε χρόνος,ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν,