ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασαἐξελάσῃ, καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει·ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτως,ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.ὄμνυʼ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.ἀλλʼ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρεςοὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσανσυμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα·ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίηςδώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα,οὔτε πόδες νέατοι, οὔτʼ ὦν χέρες, οὔτε τι μέσσηςλείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπειπῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκωνπολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶονπολλοὺς δʼ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,δείματι παλλόμενοι· κατὰ δʼ ἀκροτάτοις ὀρόφοισιναἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι,λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας.τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖροςἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο,τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺςμοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει.μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόνταπολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν,νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσι,εἴσω τὸν προβόλαιον ἔχων, πεφυλαγμένος ἧσο,καὶ κεφαλὴν πεφύλαξο· καὶ δὲ τὸ σῶμα σαώσει.ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν