δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι,καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸνΦοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει,ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοιδώσω ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ·ἔνθʼ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπʼ ἀνάγκης,καὶ τύπος ἀντίτυπος καὶ πῆμʼ ἐπὶ πήματι κεῖται·ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·τὸν σὺ κομισσάμενος, Τεγέης ἐπιτάρροθος ἔσσῃ.Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούεινπαιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶςἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστινἀποφυγέειν καὶ θεῷ.ἰσθμὸν δὲ μὴ πυριγοῦτε, μηδʼ ὀρύσσετε·Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἲ κʼ ἐβούλετο.ἀλλʼ ὅταν ἐν Σίφνῳ πρυτανήϊα λευκὰ γένηται,λεύκοφρύς τʼ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸςφράσσασθαι ξύλινόν τε λόχον κήρυκὰ τʼ ἐρυθρόν.Βάττʼ, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλωνἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινονμὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃγᾶς ἀναδαιομένας, μετὰ οἱ ποκά φημι μελήσειν.Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα.λάβδα κύει, τέξει δʼ ὀλοίτροχον· ἐν δὲ πεσεῖταιἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντακαρτερόν, ὠμηστὴν πολλῶν δʼ ὑπὸ γούνατα λύσει.ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ·σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις·νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.