μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν, ξένε·ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.ἁγνὸς πρὸς τέμενος καθαροῦ ξένε, δαίμονος ἔρχουψυχήν, νυμφαίου νάματος ἁψάμενος·ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλονοὐδʼ ἂν ὁ πᾶς νίψαι νάμασιν Ὠκεανός.εὖτʼ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν,λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,λάμπῃ δʼ αἰγλήεσσα νέον φάος Ἠριγένεια,δὴ τότʼ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρʼ ἀκτὰςφῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆςἠελίου. καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸςδεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δʼ ἐπὶ γαίηςστηρισάτω· χείρεσσι δʼ ἐπιψαύων ἑκάτερθε,τῇ μὲν ἁλός, τραφερῆς δʼ ἑτέρῃ, πιστούμενος ὅρκονοὐρανὸν ὀμνυέτω, χθόνα τʼ ἄσπετον, ἠδʼ ἁλὸς ὅρμους,αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα·τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζεινοὐδʼ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,ἄνδρες δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης·ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺΤίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο·ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι,οὐδὲ δυωδέκατοι, οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐν ἀριθμῷ.ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶνχρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος.ὅστις δʼ οὐλοὸς ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴνψυχὴν ἐκνίψει σῶμα διαινόμενον.εἰπὲ Ποσειδάωνι· “κασιηνήτοις πεπιθέσθαιπρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆςκίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι·” εἰπὲ τινάξαςτρὶς ἅλα μαρμαρέην, καὶ πείσεται. ἢν δʼ ἀπιθήσῃ,φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσανοὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὔ τοι δώσω·πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,οἳ σ’ ἀποκωλύσουσιν ἐγὼ δέ τοι οὔτι μεγαίρω.