πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δὲ τίς ἐστινεἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος..ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.τὰ δʼ ὄπισθεν ἑλισσόμενος δράκων.οὔθʼ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,οὔτʼ ὄρνις ὅλον δέμας, οὔτε θήρ·κόρη γὰρ ἐφαίνετʼ ἄνευ ποδῶν,κεφαλὰν δʼ οὐκ ἔσχε βρέμουσα θήρ.φύσιν εἶχεν ἄτακτα κεκραμέναν,ἀτέλεστα τέλεια μεμιγμέναν.ἔστι δίπουν ἐπὶ γῆς, καὶ τετράπον, οὗ μία φωνή,καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖανἑρπετὰ κινεῖται, ἀνὰ τʼ αἰθέρα καὶ κατὰ πόντον.ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόνταδέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.ὄλβιε καὶ δύσδαιμον ʽ ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισἰ,πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστιμητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείηςΜίνωος γαίης οὔτε σχεδόν, οὔτʼ ἀποτηλοῦἐν τῇ μοῖρʼ ἐστίν σε τελευτῆσαι βιότοιο,εὖτʼ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσαςδυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνονδοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰνἠελίων δισσῶν, τὴν δʼ ἀθανάτοις ἰσόμοιρον,ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς.δώσω τοι φίλον υἱὸν ἀτὰρ πεπρωμένον ἐστί,τοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο, Κάρυστε,Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·ἔνθʼ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσιν.δίζω ἤ σε θεὸν μαντεύσομαι, ἠέπερ ἄνδρα·ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.