Ὡρονόμων ὄχʼ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς;ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.χάλκεός εἰμι λέων κρουνοὶ δέ μοι ὄμματα δοιά,καὶ στόμα, καὶ δὲ θέναρ δεξιτεροῖο ποδός.πλήθει δὲ κρητῆρα δύʼ ἤμασι δεξιὸν ὄμμα,καὶ λαιὸν τρισσοῖς, καὶ πισύροισι θέναρ·ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δʼ ἅμα πάντα,καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.ἄνδρʼ ἐμὸν ἔκτανʼ ἑκυρός, ἑκυρὸν δʼ ἔκτανεν ἀνὴρ,καὶ δαὴρ ἑκυρόν, καὶ ἑκυρὸς γενέτην.λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας,πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν,ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ,καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου.ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ,ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος.τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος·σῇ ˘ δʼ ἐντυχοῦσα γίνετʼ εὐστομωτέρα,σιγῶσ’ ὅταν δεῖ, καὶ λαλοῦσ’ ὅταν δέοι.τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην,λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο·πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκαμέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ.ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκενδραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν,Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃςτρίτον, τό τέτρατον τε τοῦδʼ Ἀμφίονος,ἓξ πάντʼ ἀνευρὼν, μητρὸς εὑρήσεις σταθμόν.εἷς ἄνεμος· δύο νῆες· ἐρέττουσιν δέκα ναῦται·εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδʼ ἀνάπαιστος,πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος.πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει.οἱ δʼ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν·μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κʼ ἐθελήσῃ.νῆσος ὅλη, μύκημα βοός, φωνή τε δανειστοῦ.