κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουνπῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένηνδειλῶν δʼ αἷμα κελαινὸν ἀπʼ ἀνθρώπων ἐρύουσα,Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητιμίσγεσθαι φανερῶς, λισσομένων ποσίωνμοῦνος δʼ ἠιθέοισι, καὶ ἀνδράσιν, ἠδὲ γέρουσιν,παρθενικαῖς τʼ ἐπέβην ἀχνυμένων τοκέων.μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χείρ,Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον.ἀμφὶ δʼ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμηναἰὲν ὑπὲρ ψυχῆς τῶν ὁπόσοις ἐμίγην.εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησινἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.ἄν μʼ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας,ἀλλʼ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα.ἂν δʼ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχειφωνή, ἐμοὶ δὲ μάτην χείλεʼ ἀνοιγόμενα.οὔνομα μητρὸς ἔχω· γλυκερώτερός εἰμι τεκούσης·ἀλλʼ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω·ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δʼ ἔγωγετρωκτὸς ἅπας, μοῦνον δʼ ἔντερʼ ἄβρωτα φέρω.ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴαὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη·σφαίρῃ δʼ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃςἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα† μηληστῶν πάντων ἔκτανον ἡγεμόνα.αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸντίκτον, χαλκείη, καὶ πάρος ἀνδρομέη.ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος·εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον·κλειομένη σιγῶ· λαλέω δʼ, ὅταν ἐκπετάσῃς με,κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ,πῦρ δὲ πατήρ, βῶλος δʼ εἰμὶ μελαινομένη·ἢν δὲ μʼ ἔσω κεράμοιο πατήρ τήξῃσι βαθείης,ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.λίην ἔντριχός εἰμι, τὰ φύλλα δέ μου κατακρύπτειτὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν