ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξωνἈργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.εἰμὶ μέλας, λευκός, ξανθός, ξηρός τε καὶ ὑγρός·εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με,Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχειἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτʼ ἐάσει.εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰςφῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος.αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησανἐννέα, καὶ μήλων σφέας ᾔτεον αἳ δʼ ἄρʼ ἔδωκανἶσον ἑκάστῃ πλῆθος, ἔχον δʼ ἴσα ἐννέα καὶ τρεῖς.εἰπὲ πόσον μὲν δῶκαν, ὅπως δʼ ἴσα πᾶσαι ἔχεσκον.τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας,κασσίτερὸν θʼ ἅμα τοῖσι, πολύκμητόν τε σίδηρον,μνῶν ἑξήκοντα· χρυσὸς δʼ ἐχέτω μετὰ χαλκοῦδοιὰ μέρη τρισσῶν χρυσὸς δʼ ἅμα κασσίτερός τετρισσὰ μέρη τετόρων χρυσὸς δʼ αὖτʼ ἠδὲ σίδηροςτόσσα μέρη τῶν πέντε. πόσον δʼ ἄρα δεῖ σε κεράσσαιλέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλʼ ἔτι λέξονκασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτοντῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον,εἰς δὲ κάμινον ἔλαυνε βαλὼν, καὶ πάντα κυκήσαςἔξελέ μοι βῶλον μνᾶν δέ μοι ἑλκυσάτω.ἔχω τὸν ἑξῆς, καὶ τὸ τοῦ τρίτου τρίτον.κἀγὼ τὸν ἑξῆς, καὶ τὸ τοῦ πρώτου τρίτον.κἀγὼ δέκα μνᾶς, καὶ τὸ τοῦ μέσου τρίτον.ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ ἩρακλῆιΚενταύρους διφυεῖς ὤλεσα μαρνάμενος·ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖςἡμετέραις, Κρονίδην δʼ ἤκαχον εἰνάλιοννῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγένταδέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπʼ ἀγκοίνῃσι δαμεῖσαεἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις·τοὶ δʼ ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν,αὐτίκʼ ἐγεννήθη νυκτιπόλος Φαέθων.