οἴνου τὴν ἑτέρην γράφε μητέρα, καὶ θὲς ἐπʼ ἄρθρῳἄρθρον τοῦ πάτρη πατρὸς ἄκοιτις ὁρᾷς.Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλʼ ὁ μὲν οὐδʼ ὣςἤλυθεν εἰς Ἀίδην αὐτάρ ἔγωγʼ ἔθανον.τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος·θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπʼ ἠπείροιο φέρουσα·ἔνθʼ ἀπʼ ἐμῆς ἔσθʼ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα·ἔνθʼ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνηνκεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.ἀνθρώπου μέλος εἰμί ὃ καὶ τέμνει με σίδηρος·γράμματος αἰρομένου δύεται ἠέλιος.πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δʼ ἄμφω·θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος·ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ,αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.Παλλάδος εἰμὶ φίλη, τίκτω δʼ ἀπερείσια τέκνα,ἃ κατὰ πετράων ἄνδρες βάλον ὀλλυμένων δέ,Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.κτεῖνα κάσιν, κτάνε δʼ αὖ με κάσις, θάνομεν δʼ ὑπὸ πατρός·μητέρα δʼ ἀμφότεροι τεθναότες κτάνομεν.νῆσόν τις καλέων μʼ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρπολλοὺς ἐς κελάδους οὔνομʼ ἔθηκεν ἐμόν.εἰσὶ κασίγνηται δύʼ ἀδελφεαί· ἡ μία τίκτειτὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦσ’ ἀπὸ τῆσδε τεκνοῦται·ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους,αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.μητέρʼ ἐμὴν τίκτω καὶ τίκτομαι εἰμὶ δὲ ταύτηςἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός,καὶ κατʼ ἔτος τίκτω παρθένος οὖσα γυνή.εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι,πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δʼ ὄπιθενἩρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβουτείρει νύμφα φίλη πολλάκι δαιομένη.νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶνφῦλα διατμήξας εἷλον ἄνευ δόρατος·οὐ μὲν ὁ Τυδείδης, οὐδʼ ὁ πτολίπορθος Ὀδυσσεὺςτὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι·