Θήρη μὲν πολέμου μελέτη· θήρη δὲ διδάσκεικρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα, διώκειν.Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρΑἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.εἶδον ἐγώ ποτε θῆρα διʼ ὕλης τμητοσιδήρουὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δʼ οὐχ ἥπτετο γαίης.εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,παρθένου εὑρήσεις υἱέα καὶ φονέα.ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην,παρθένου εὑρήσεις υἱέα καὶ φονέα.μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι;ὧδε πάλιν, μέγα θαῦμα, λέγων ἐμὸν οὔνομα λέξεις.Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός,τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺςδιχθαδίη, μνήμης δὲ πατήρ ἐμὸς ἡγεμονεύει.θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμοναὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτάς,οὐκέτι θῆρα φέρω, ἀλλʼ οὐρανὸν ἠδὲ θάλασσαν,καὶ χθόνα, καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸςἠέλιος, μήνη τε· πατὴρ δέ με δείδιε κούρηνλοῦμαι δʼ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα,οὓς κορυφὴ προΐησιν ἐπʼ ὀφρυόεντι κολωνῷ.ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσαγίνομαι ἀργεννῆς λευκοτέρη χιόνος·χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ,πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα,τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δὲ μʼ ἄεθλοςεἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν·καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπʼ ἐλαίῳ,υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς·δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλουςἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητιμίγνυσθαι, αὐτῶν λισσομένων ποσίων.κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη·τικτομένη δʼ ἄμφω πέφνον ἐμοὺς γονέας.