χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει.ἀλλʼ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω.κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι.κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ πενταπλοῦς.δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι.κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ τετραπλοῦς.Ἑλλήνων πλῆθος τὸ κατὰ τῆς Ἰλίου στρατεῦσανἑπτὰ ἔσαν μαλεροῦ πυρὸς ἐσχάραι· ἐν δὲ ἑκάστῃπεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.γενέθλιον ἡμέραν ἐπιτελῶν ἑαυτοῦ διῆγεν περὶΚτησιφῶντα ἀγῶνας ἱππικοὺς θεώμενοςγηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς,ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματʼ ἔχουσιν.Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴςμαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,νωλεμέως δʼ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα·ὃς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδαςὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.περὶ ἐπιληψίαςμείζονʼ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴνμηκάδος, ἀγρονόμοιο δέμας περικάββαλε μήλου,ἑρπηστὰν πολύπλαγκτον ἐϋρρήνου ἀπὸ κόρσης.ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν,μὴ λῦσαι, πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.