χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσανπλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες·παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγενγαμβρὸς δʼ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα.τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς,οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχουδαιτυμόνας, ἴσης τε ˘ θεὸς δαιτός τε τάφου τετόνδʼ ἔπορεν χῶρον. τέσσαρες ἐκ Τεγέηςκείμεθα· Μεσσήνης δὲ δυώδεκα· ἐκ δέ τε πέντεἌργεος· ἐκ Σπάρτης δʼ ἥμισυ δαιτυμόνων,αὐτός τʼ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντοΚεκροπίδαι· σὺ δʼ Ὕλαν κλαῖε, Κόρινθε, μόνον.Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε,ὧν εἶχεν καρύων Κλεῖτʼ ἔπορεν τὸ τρίτον,καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκᾐ δὲ τὸ πέμπτον,εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον,εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲπεντήκοντʼ αὐτῇ Νικαρέτῃ κάρυα.γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην,ἡνίκʼ ἀπʼ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλαἠελίου. “τοῦ δῆτοι ὅσον τρία πέμπτα δρόμοιο,τετράκι τόσσον ἔπειτα μεθʼ Ἑσπερίην ἅλα λείπει.”Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδʼ εὔαδεν, οἷα γυναῖκεςΘεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνηςἐκ μερόπων ἴδον αὐτός· ἔην δʼ ἔτι νυκτὸς ἐπʼ ἠῶδὶς τόσον ὅσσα δύʼ ἕκτα καὶ ἕβδομον οἰχομένοιο.Ἀπλανέων ἄστρων, παρόδους τ ἐπὶ τοῖσιν ἀλητῶνεἰπέ μοι, ἡνίκʼ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ.ἦμαρ “ ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν,ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.”ἔγρεσθʼ, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι,λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.Σύρτιος ἐν τενάγεσσι πατήρ θάνεν. ἐκ δʼ ἄρʼ ἐκείνηςπέντε τάλαντα φέρων ἤλυθε ναυτιλίηςοὗτος ἀδελφειῶν προφερέστατος· ἦ γὰρ ἔμοιγεδῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτωνδοιῶν, ἡμετέρης δὲ δύʼ ὄγδοα μητέρι μοίρηςὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.ἁ βάσις ἃν πατέω σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει.