δεξαμενήν, δυσὶ δʼ οὗτος, ὃ δʼ ἐν τρισὶν ἤμασιν οὗτος,τέτρατος ἐν τετόρεσσι· πόσῳ πλήσουσιν ἅπαντες;οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσανδεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων·δεξιτερὸς δʼ ἄρʼ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος.εἰ δʼ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος· οἷα δʼ ἐπʼ αὐτῷτεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην,κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν,ἠδʼ ἔτι καὶ βλύζων φαίνετʼ ἀπὸ στόματος.κρουνῶν δʼ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοιςἤμασιν ἐμπλήσει δεξαμενὴν προρέωνἠμάτιος γλήνης· στόμα δʼ ἤματος ἐν δύο πέμπτοις.τίς κʼ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρονοἵδε δύω ποταμοί, καὶ Βρομίοιο Χάρις.ἶσος δʼ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶοςΝεῖλος μὲν προρέων ἠμάτιος κορέσει,τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δʼ ἄρα Βάκχου;θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς·σὸν δὲ κέρας, Ἀχελῷε, δύʼ ἤμασι. νῦν δʼ ἅμα πάντεςῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δʼ ἐπίκειταιαἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων.μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι πρεσβυτέρη δὲθυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης·ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δʼ ἅμα πάσαιςδόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδʼ Ἔρωτες,καλλιρόου πέμποντες ἐπʼ εὐρίποιο λοετρά.δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶνἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω·λαιὸς δʼ αὖ πισύρεσσιν ἀπʼ ἀμφιφορῆος ἐν ὥραις·ἐκ δʼ ὁ μέσος τόξοιο κατʼ ἤματος αὐτὸ τὸ μέσσον.φράζεο δʼ, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ,ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι,ἦμαρ δʼ ἀννέφελον τόδε σήμερον, οὐδʼ ἔτι πολλῶν