ἠέλιος, μήνη τε καὶ ἀμφίθέοντος ἀλῆταιξωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθληνἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναιὀρφανὸν ὀγδοάτην δὲ μετʼ ἀντιβίοισιν ἀνάγκῃθητεύειν, νόστον τε γυναῖκά τε παῖδά τʼ ἐπʼ αὐτῇτηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·δὴ τότε σοι Σκυθικοῖσιν ὑπʼ ἔγχεσι παῖς τε δάμαρ τεὄλλυνται. σὺ δὲ τοῖσιν ἐπʼ ἄλγεσι δάκρυα χεύσας,ἑπτὰ καὶ εἴκοσ’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης,τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνωνπέμπτον ἐν ἠιθέοις, τρίτατον δʼ ἐνὶ παρθενικῇσιν,τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας·λοιποὶ δʼ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆςτέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.οὗτός τοι Διόφαντον ἔχει τάφος· ἆ μέγα θαῦμα·καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρηνδωδεκάτην δʼ ἐπιθείς, μῆλα πόρεν χνοάειν·τᾖ δʼ ἄρʼ ἐφʼ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,ἐκ δὲ γάμων πέμπτῳ παῖδʼ ἐπένευσεν ἔτει.αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς† τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου.πένθος δʼ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖςτῇδε πόσου σοφίᾐ τέρμʼ ἐπέρησε βίου.παντός ὅσου βεβίωκε χρόνου παῖς μὲν τὸ τέταρτονΔημοχάρης βεβίωκε· νεηνίσκος δὲ τὸ πέμπτοντὸ τρίτον εἰς ἄνδρας· πολιὸν δʼ ὅτʼ ἀφίκετο γῆραςἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.οἷον ἀδελφειὸς μʼ ἐβιήσατο, πέντε τάλανταοὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος.ἑπτὰ κασιγνήτοιο τόδʼ ἑνδεκάτων πολύδακρυςπέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖοτέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;τὸν δʼ ἀπαμείβετο· “ Ναῦτα, μέσον Κριοῖο μετώπουΚρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτραχίλια, δοιῶν δʼ αὖτε παροιχομένοιο δρόμοιοπέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.”τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν